Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.345 Joseph. AJ 7.348 (English) >>Joseph. AJ 7.353

7.347τοῦ δὲ Ἀδωνία παρασκευασαμένου δεῖπνον ἔξω τῆς πόλεως παρὰ τὴν πηγὴν τὴν ἐν τῷ βασιλικῷ παραδείσῳ καὶ πάντας καλέσαντος τοὺς ἀδελφοὺς χωρὶς Σολόμωνος, παραλαβόντος δὲ καὶ τὸν στρατηγὸν Ἰώαβον καὶ Ἀβιάθαρον καὶ τοὺς ἄρχοντας τῆς Ἰούδα φυλῆς, οὔτε δὲ Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην καὶ τὸν ἐπὶ τῶν σωματοφυλάκων Βαναίαν καὶ πάντας τοὺς ἐκ τῆς ἐναντίας αἱρέσεως καλέσαντος ἐπὶ τὴν ἑστίασιν, 7.348τοῦτο πρὸς τὴν Σολόμωνος κατεμήνυσε μητέρα Βερσάβην Νάθας προφήτης, ὡς Ἀδωνίας βασιλεῦσαι βούλεται, συνεβούλευέ τε σώζειν αὑτὴν καὶ τὸν παῖδα Σολόμωνα, εἴπερ Ἀδωνίας τὴν ἀρχὴν ἤδη παραλάβοι, καὶ περὶ τούτου πυθέσθαι τοῦ βασιλέως. 7.349ταῦτα δὲ τῷ βασιλεῖ διαλεγομένης προφήτης εἰσελεύσεσθαι καὶ αὐτὸς ἔφησε καὶ τοῖς λόγοις αὐτῆς ἐπιμαρτυρήσειν. δὲ Βερσάβη πεισθεῖσα τῷ Νάθᾳ πάρεισι πρὸς τὸν βασιλέα, καὶ προσκυνήσασα καὶ λόγον αἰτησαμένη 7.350 πάντʼ αὐτῷ καθὼς προφήτης ὑπέθετο διεξέρχεται τό τε δεῖπνον τὸ Ἀδωνία καὶ τοὺς ὑπʼ αὐτοῦ κεκλημένους Ἀβιάθαρον τὸν ἀρχιερέα καὶ Ἰώαβον τὸν ἄρχοντα καὶ τοὺς υἱοὺς αὐτοῦ χωρὶς Σολόμωνος καὶ τῶν ἀναγκαίων αὐτοῦ φίλων μηνύσασα· ἔλεγέ τε πάντα τὸν λαὸν ἀφορᾶν, τίνα χειροτονήσει βασιλέα, παρεκάλει τε κατὰ νοῦν ἔχειν, ὡς μετὰ τὴν ἀπαλλαγὴν αὐτοῦ βασιλεύσας αὐτήν τε καὶ Σολόμωνα τὸν υἱὸν αὐτῆς ἀναιρήσει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.345 Joseph. AJ 7.348 (English) >>Joseph. AJ 7.353

Powered by PhiloLogic